Читать книгу - "Сочинения. Том 2 - Гален Клавдий"
13. Σκεπτέον δ’ οὐκ ἐπὶ τούτου τοῦ γένους µόνον, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων ὧν δύναµις ἡµῖν ἐστιν ἐξεργάσασθαι τὴν ἔνδειξιν. ἡ γὰρ τοῦ νοσήµατος ἰδέα τὸν τρόπον ἐνδείκνυται µόνον τῆς ἐπανορθώσεως, εἰ δὲ ἀδύνατός ἐστιν ἢ δυνατὸς, οὐκ ἔτι συνενδείκνυται. λαµβάνεται γὰρ ἐν ἁπάσαις ταῖς ποιητι-καῖς τέχναις τὸ τοιοῦτον, οὐκ ἐκ τῆς ἐννοίας τῶν γενησοµένων πραγµάτων, ἀλλ’ ἐκ τῆς δυνάµεώς τε καὶ ἀδυναµίας τοῦ δηµιουργοῦντος αἰτίου, καὶ προσέτι τῆς κατὰ τὴν ὕλην εὐπορίας τε καὶ ἀπορίας. τὰ γοῦν αὐτὰ πράγµατα τοῖς µὲν ἀδύνατα, τοῖς δὲ δυνατὰ καθίσταται, καὶ καθ’ ἕτερον µὲν καιρὸν ἀδύνατα, καθ’ ἕτερον δὲ δυνατά. αἴτιον γοῦν ἐστι τῶν περὶ τὸ σῶµα γινοµένων ἐπ’ ἀγαθῷ φύσις τε καὶ ἰατρός. ἀλλὰ τινὰ µὲν τῇ φύσει, τινὰ δὲ τοῖς ἰατροῖς ἐστιν ἀδύνατα. τῇ φύσει µὲν ὀστοῦν κατεαγὸς, ὡς παραλλάττειν αὐτοῦ τὰ µόρια καὶ διεστρέφθαι τὸ κῶλον, ἀδύνατον ὀρθῶσαι καὶ διαπλάσαι, τῷ δὲ ἰατρῷ δυνατόν. οὕτω δὲ καὶ τὸ παραρθρῆσαν ἰατρῷ µὲν ἐµβαλεῖν δυνατὸν, ἀδύνατον δὲ τῇ φύσει. τὸ κοῖλον δ’ ἕλκος σαρκῶσαι, τῇ φύσει µέν ἐστι δυνατὸν, ἀδύνατον δ’ ἰατρῷ, καθάπερ γε καὶ τὸ πέψαι τι τῶν ἡµιπέπτων τε καὶ ἀπέπτων. ἀλλὰ καὶ εἰς ταῦθ’ ὑπηρετεῖ τε καὶ συµπράττει τῇ φύσει ὁ ἰατρὸς, καθαρὸν µὲν ἐργαζόµενος τὸ ἕλκος ἐπιθέσει φαρµάκου καθαίροντος, ἐπιφέρων δὲ τὰ συµµέτρως θάλποντα τοῖς πεφθῆναι δεοµένοις. πολλὰ δὲ καὶ αὐτῇ τῇ φύσει τῶν ἔµπροσθεν ὑπ’ αὐτῆς ἀπεργασθέντων ἀδύνατον αὖθις ποιῆσαι, καθάπερ φλέβα, καὶ ἀρτηρίαν, καὶ σύνδεσµον, καὶ νεῦρον, ὅσα τ’ ἄλλα τοιαῦτα. τῆς οὖν θεραπευτικῆς µεθόδου πρῶτον µὲν ἐξευρεῖν, ὥσπερ εἴρηται, τὸν κοινὸν ἁπάντων σκοπὸν, ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάµατα· δεύτερον δὲ, καθ’ ἕκαστον γένος ὑποτάξαι τἀναντία· τρίτον ἐπὶ τούτοις, σκέψασθαι, πότε µέν ἐστι δυνατὸν ἡµῖν ἢ τῇ φύσει τῷ κατὰ τὴν ἔνδειξιν ὑπηρετῆσαι σκοπῷ, πότε δὲ ἤτοι παντάπασιν ἀδύνατον, ἢ κατὰ χρόνον ἀδύνατον, ἢ ἐκ µέρους ἀδύνατον. καὶ εἴη ἂν οὐκ ἐλαχίστη µοῖρα τῆς φυσικῆς θεωρίας, ἐν ᾗ γε χρὴ γεγυµνάσθαι τὸν ἐξευρήσοντα τὸ δυνατόν τε καὶ ἀδύνατον ἐν ἑκάστῳ τῶν ἐσοµένων. αἱ πραγµατεῖαι δέ εἰσιν αἱ τοῦτο διδάσκουσαι δύο, ἥ τε περὶ ζωογονίας ὀνοµαζοµένη, καθ’ ἣν, ὅπως ἐκ σπέρµατός τε καὶ καταµηνίου τὴν γένεσιν ἔχει τὸ κυούµενον, ἐπισκεπτόµεθα, καὶ ἡ λοιπὴ περὶ τῶν φυσικῶν δυνάµεων. ἐν µὲν γὰρ τῷ περὶ τῆς φύσεως τοῦ σπέρµατος ἐπισκέψαι φανεῖταί σοι πάντως, ὑποβαλόντι τὴν σκέψιν ἀποδεικτικῇ µεθόδῳ, ταῦθ’, ἅπερ ἡµῖν ἀπεδείχθη, τὸ γεννᾶσθαι τὰ πλεῖστα τῶν ἐν τῷ κυουµένῳ µόρια, τῆς διαπλαττούσης αὐτὰ δυνάµεως ὕλῃ χρωµένης αὐτῇ τῇ τοῦ σπέρµατος οὐσίᾳ. καὶ εἴπερ τοῦτ’ ἐξεύροις, οὐκ ἂν ἔτι θαυµάσαις, εἰ µηδὲν τῶν τοιούτων ἡ φύσις ὕστερόν ποτε δύναται δηµιουργεῖν. ἐν δὲ τῷ περὶ φυσικῶν δυνάµεων ἐπισκοπεῖσθαι τὴν περὶ τῶν γεγενηµένων διοίκησιν, ὡς κᾀντεῦθεν εὐπορῆσαί σε τῆς εὑρέσεως, ὧν δυνατόν ἐστι τῇ φύσει ποιεῖν, αὐτῇ τε κατὰ µόνας, ὑπηρετουµένῃ τε πρὸς τῶν ἰατρῶν, ὧν τ’ ἀδύνατον. ἐν ἐκείνῳ τῷ τόπῳ, καθ’ ὃν ἐπισκεπτόµεθα περὶ τῆς τῶν δηµιουργικῶν αἰτιῶν δυνάµεως καὶ τῆς τῶν ἀποτελουµένων οὐσίας, ἐξευρήσεις
Прочитали книгу? Предлагаем вам поделится своим впечатлением! Ваш отзыв будет полезен читателям, которые еще только собираются познакомиться с произведением.
Оставить комментарий
- Яна29 май 16:31Двойное отцовство - Таня ВолодинаКлассная история! Не похожа ни на одну про отношения МЖМ, которые я читала до этого. Очень приятные харизматичные герои, мастерски написанные характеры главных
- Аида06 май 10:49Дикарь королевских кровей. Книга 2. Леди-фаворитка - Анна Сергеевна ГавриловаЧитала легко, местами хоть занудно. Но, это лучше, чем 70% подобной тематики произведений.
- вера02 май 00:32Сокровище в пелёнках - Ирина Агуловатекст не четкий трудно читать наверное надоест сброшу книгу может посоветуете как улучшить
- Калинин максим30 апрель 10:11Время Темных охотников - Евгений ГаглоевНедавно прочитал книгу «Время тёмных охотников» и хочу поделиться своими впечатлениями. Автор создал увлекательный мир, полный тайн и загадок. Сюжет затягивает с первых







