Читать книгу - "Сочинения. Том 2 - Гален Клавдий"
5. Καὶ δὴ ποιῶµεν ἤδη τοῦτο πάλιν ἀπὸ τῆς προτέρας ὑποθέσεως ἀρξάµενοι. δύο οὖν ἐν ταύτῃ τῶν ὁµοιοµερῶν σωµάτων ὑπῆρχε νοσήµατα ἐν πόρων ἀµετρίᾳ συνιστάµενα, τὸ µὲν εὐρύτης τις αὐτῶν οὖσα, τὸ δὲ στέγνωσις. ἑκατέρου δὲ τούτων ἡ διαφορὰ διττή. στεγνώσεως µὲν οὖν συνίζησίς τε τοῦ σώµατος εἰς ἑαυτὸ πανταχόθεν, καὶ αὐτῶν τῶν πόρων ἔµφραξις· εὐρύτητος δὲ τοῦ µὲν σώµατος εἰς πᾶν µέρος ἔκτασις, αὐτῶν δὲ τῶν πόρων οἷον ἀναπέτειά τις οὖσα ἐκπτώσει τῶν στοιχείων, ἃ δὴ καὶ κυρίως σώµατα προσαγορεύεσθαι φασὶν ἁπλᾶ τε καὶ πρῶτα ὑπάρχοντα· τὰ γὰρ ἐκ τούτων συντιθέµενα συγκρίµατα καλοῦσιν. ἐπὶ δὲ τῆς δευτέρας ὑποθέσεως ἡ διαφορὰ τῶν νοσηµάτων διττὴ τυγχάνει, ποτὲ µὲν δὴ ταῖς ποιότησι µόναις ἀλλοιουµένων τῶν ὁµοιοµερῶν σωµάτων, ἔστιν ὅτε δὲ ῥυείσης εἰς αὐτά τινος οὐσίας τὰς εἰρηµένας ἐχούσης ποιότητας. ὁ µὲν δὴ δεύτερος τρόπος, ὄγκον περὶ τοῖς σώµασιν ἐργαζόµενος, ὑπ’ οὐδενὸς ἀγνοεῖται τῶν ἰατρῶν. ἐρυσιπέλατα γὰρ, καὶ φλεγµοναὶ, καὶ οἰδήµατα, καὶ φύµατα, καὶ φύγεθλα, καὶ χοιράδες, ἐλεφαντιάσεις τε καὶ ψῶραι, καὶ λέπραι, καὶ ἀλφοὶ, καὶ σκίῤῥοι τούτου τοῦ γένους εἰσὶν, οὐδένα λαθεῖν δυνάµενα. τὰ δ’ ἐν τῇ τῶν ποιοτήτων αὐτῶν µόνῃ δυσκρασίᾳ συνιστάµενα νοσήµατα δυσφωρατότερα, πλὴν εἰ µὴ µεγάλη ποθ’ ἡ τοῦ µέρους εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ γένοιτο. τηνικαῦτα γὰρ ἅπασιν ἤδη γνωρίζεται ῥᾳδίως, ἐπὶ µὲν ὅλου τοῦ σώµατος ὀνοµαζοµένη πυρετὸς, ἐπειδὰν τὸ θερµὸν κρατῇ, καὶ κατὰ τὰ µόρια δ’ ἐναργῶς ἐνίοτε φαινοµένη. καὶ γὰρ καὶ σκέλη τοῖς πλείω περιπατήσασιν ἀήθως, καὶ χεῖρες, εἴ τις ταύταις πονήσειεν ἐπιπλέον, ἢ ἐρέσσων, ἢ σκάπτων, ἤ τι τοιοῦτον διαπραττόµενος, ἐναργῶς φαίνονται θερµότεραι καὶ αὐτοῖς τοῖς κάµνουσι, καὶ τοῖς ἔξωθεν ἁπτοµένοις αὐτῶν. ἐὰν µέντοι τις ὄγκος µέγας προσγένηται τοῖς µορίοις, ἐπιῤῥυείσης τινὸς οὐσίας αὐτοῖς θερµῆς, ἐκ τῆς δευτέρας ἔσται διαφορᾶς τῶν νοσηµάτων. ἐκ δὲ τῆς πρώτης ταῦτά τε πάντα τὰ νῦν εἰρηµένα καὶ ἢ καθ’ ἓν ὁτιοῦν µέρος, ἢ τὸ σῶµα τοῦ ζώου σύµπαν, ἢ ἐξ ἐγκαύσεως ἡλίου, ἢ παρὰ πυρὶ θάλψεως ὑπολειποµένη συνίσταται διάθεσις, οἷαι καὶ αἱ τυφώδεις καὶ πυρετώδεις ὀνοµαζόµεναι. τοῦ δὲ ἐναντίου τῷ θερµῷ νοσήµατος τοῦ ψυχροῦ περὶ µὲν τοῖς ἄκροις ἐναργῶς ἡ διάθεσις συνίσταται πολλάκις οὕτως, ὥστε καὶ ἀποπεσεῖν αὐτὰ νεκρωθέντα, περὶ δὲ τῷ σύµπαντι σώµατι, οἵα τοῖς ὁδοιπορήσασιν ἐν κρύει καρτερῷ γίνεται. πολλοὶ γὰρ τούτων, οἱ µὲν ἐν αὐταῖς ταῖς ὁδοῖς ἀπέθανον, οἱ δὲ εἰς πανδοχεῖον, πρὶν ἢ οἴκαδε παραγενέσθαι φθάσαντες, ἡµιθνῆτές τε καὶ κατεψυγµένοι φαίνονται. γίγνεται δὲ καὶ τοῖς ἀποπληκτικοῖς, καὶ τοῖς ἐπιληπτικοῖς, καὶ τοῖς τροµώδεσι, καὶ τοῖς σπασµώδεσιν ἡ τοιαύτη πολλάκις διάθεσις. καὶ τῶν ὑπὸ κρύους ἐν ὁδοῖς ἀποθανόντων οἱ µὲν ἐµπροσθοτόνοις, οἱ δὲ ὀπισθοτόνοις, οἱ δὲ τετάνοις, οἱ δὲ ταῖς καλουµέναις πήξεσιν ἑάλωσαν, οἱ δὲ ἀποπληξίᾳ τι παραπλήσιον ἔπαθον. ἐν δὴ τοῖς τοιούτοις ἅπασιν, ἐν οἷς ἐπιγίγνεταί τι σύµπτωµα, περιέλκει τὴν διάνοιαν τῶν πολλῶν ἐφ’ αὑτὸ, ὡς τὸ µὲν σύµπτωµα νόσηµα νοµίζεσθαι, τὸ νόσηµα δ’ αὐτὸ τὴν αἰτίαν τοῦ συµπτώµατος. ὅσοις µέντοι
Прочитали книгу? Предлагаем вам поделится своим впечатлением! Ваш отзыв будет полезен читателям, которые еще только собираются познакомиться с произведением.
Оставить комментарий
- Тата15 октябрь 06:48Любовь через развод - Женя ГромоваНе понравилось. Для 28 лет, да ещё и завуча школы, героиня слишком тупая..
- Вероника08 октябрь 13:31Моя истинная попаданка - Наталья БулановаЗдравствуйте.Прочитала с интересом о том что можно разделить себя чтобы не терять две цели и к чему это может привести. Единственное что не понравилось это то что
- Гость Елена22 сентябрь 22:55Академия Сердцеедов. Обман - Полина ВерховцеваВсе три книги Полины Верховцевой понравились, спасибо большое автору и за возможность прочитать полностью.
- Нина15 сентябрь 06:23Решение первокурсницы - Аня СоколС удовольствием перечитала серию "Первокурсница" Ани Сокол. Получила огромную радость от новой встречи с героями книги.







