Читать книгу - "Сочинения. Том 5 - Гален Клавдий"
5. ῞Απαντ’ οὖν ἀλλήλοις ὁµολογεῖ ταῦτα καὶ τῇ γαστρὶ καὶ ταῖς ὑστέραις καὶ ταῖς κύστεσιν εἶναί τινας ἐµφύτους δυνάµεις καθεκτικὰς µὲν τῶν οἰκείων ποιοτήτων, ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. ὅτι µὲν γὰρ ἕλκει τὴν χολὴν εἰς ἑαυτὴν ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἔµπροσθεν δέδεικται, ὅτι δὲ καὶ ἀποκρίνει καθ’ ἑκάστην ἡµέραν εἰς τὴν γαστέρα, καὶ τοῦτ’ ἐναργῶς φαίνεται. καὶ µὴν εἰ διεδέχετο τὴν ἑλκτικὴν δύναµιν ἡ ἐκκριτικὴ καὶ µὴ µέση τις ἀµφοῖν ἦν ἡ καθεκτική, διὰ παντὸς ἐχρῆν ἀνατεµνοµένων τῶν ζῴων ἴσον πλῆθος χολῆς εὑρίσκεσθαι κατὰ τὴν κύστιν· οὐ µὴν εὑρίσκεταί γε. ποτὲ µὲν γὰρ πληρεστάτη, ποτὲ δὲ κενοτάτη, ποτὲ δὲ τὰς ἐν τῷ µεταξὺ διαφορὰς ἔχουσα θεωρεῖται, καθάπερ καὶ ἡ ἑτέρα κύστις ἡ τὸ οὖρον ὑποδεχοµένη. ταύτης µέν γε καὶ πρὸ τῆς ἀνατοµῆς αἰσθανόµεθα, πρὶν ἀνιαθῆναι τῷ πλήθει βαρυνθεῖσαν ἢ τῇ δριµύτητι δηχθεῖσαν, ἀθροιζούσης ἔτι τὸ οὖρον, ὡς οὔσης τινὸς κἀνταῦθα δυνάµεως καθεκτικῆς. οὕτω δὲ καὶ ἡ γαστὴρ ὑπὸ δριµύτητος πολλάκις δηχθεῖσα πρωιαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν ἀποτρίβεται. αὖθις δ’ ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα ἢ καὶ κατ’ ἄµφω συνελθόντα κακῶς διατεθεῖσα διαρροίαις ἑάλω. καὶ µέν γε καὶ οἱ ἔµετοι, τῷ πλήθει βαρυνθείσης αὐτῆς ἢ τὴν ποιότητα τῶν ἐν αὐτῇ σιτίων τε καὶ περιττωµάτων µὴ φερούσης, ἀνάλογόν τι ταῖς διαρροίαις πάθηµα τῆς ἄνω γαστρός ἐστιν. ὅταν µὲν γὰρ ἐν τοῖς κάτω µέρεσιν αὐτῆς ἡ τοιαύτη γένηται διάθεσις, ἐρρωµένων τῶν κατὰ τὸν στόµαχον, εἰς διαρροίας ἐτελεύτησεν, ὅταν δ’ ἐν τοῖς κατὰ τὸ στόµα, τῶν ἄλλων εὐρωστούντων, εἰς ἐµέτους.
6. ῎Ενεστι δὲ καὶ τοῦτο πολλάκις ἐναργῶς ἰδεῖν ἐπὶ τῶν ἀποσίτων· ἀναγκαζόµενοι γὰρ ἐσθίειν οὔτε καταπίνειν εὐσθενοῦσιν οὔτ’, εἰ καὶ βιάσαιντο, κατέχουσιν, ἀλλ’ εὐθὺς ἀνεµοῦσι. καὶ οἱ ἄλλως δὲ τῶν ἐδεσµάτων πρὸς ὁτιοῦν δυσχεραίνοντες βιασθέντες ἐνίοτε προσάρασθαι ταχέως ἐξεµοῦσιν ἤ, εἰ κατάσχοιεν βιασάµενοι, ναυτιώδεις τ’ εἰσὶ καὶ τῆς γαστρὸς ὑπτίας αἰσθάνονται καὶ σπευδούσης ἀποθέσθαι τὸ λυποῦν οὕτως ἐξ ἁπάντων τῶν φαινοµένων, ὅπερ ἐξ ἀρχῆς ἐρρέθη, µαρτυρεῖται τὸ δεῖν ὑπάρχειν τοῖς τοῦ ζῴου µορίοις σχεδὸν ἅπασιν ἔφεσιν µέν τινα καὶ οἷον ὄρεξιν τῆς οἰκείας ποιότητος, ἀποστροφὴν δέ τινα καὶ οἷον µῖσός τι τῆς ἀλλοτρίας. ἀλλ’ ἐφιέµενα µὲν ἕλκειν εὔλογον, ἀποστρεφόµενα δ’ ἐκκρίνειν. κἀκ τούτων πάλιν ἥ θ’ ἑλκτικὴ δύναµις ἀποδείκνυται καθ’ ἅπαν ὑπάρχουσα καὶ ἡ προωστική. ἀλλ’ εἴπερ ἔφεσίς τέ τίς ἐστι καὶ ἕλξις, εἴη ἄν τις καὶ ἀπόλαυσις· οὐδὲν γὰρ τῶν ὄντων ἕλκει τι δι’ αὐτὸ τὸ ἕλκειν, ἀλλ’ ἵν’ ἀπολαύσῃ τοῦ διὰ τῆς ὁλκῆς εὐπορηθέντος. καὶ µὴν ἀπολαύειν οὐ δύναται µὴ κατασχόν. κἀν τούτῳ πάλιν ἡ καθεκτικὴ δύναµις ἀποδείκνυται τὴν γένεσιν ἀναγκαίαν ἔχουσα· σαφῶς γὰρ ἐφίεται µὲν
Прочитали книгу? Предлагаем вам поделится своим впечатлением! Ваш отзыв будет полезен читателям, которые еще только собираются познакомиться с произведением.
Оставить комментарий
- Гость Ирина28 октябрь 10:35Мачеха для четверых и ни одной инструкции - Александра КаплуноваБольшое спасибо за книгу, очень понравилась, автору вдохновения
- Тата15 октябрь 06:48Любовь через развод - Женя ГромоваНе понравилось. Для 28 лет, да ещё и завуча школы, героиня слишком тупая..
- Вероника08 октябрь 13:31Моя истинная попаданка - Наталья БулановаЗдравствуйте.Прочитала с интересом о том что можно разделить себя чтобы не терять две цели и к чему это может привести. Единственное что не понравилось это то что
- Гость Елена22 сентябрь 22:55Академия Сердцеедов. Обман - Полина ВерховцеваВсе три книги Полины Верховцевой понравились, спасибо большое автору и за возможность прочитать полностью.







