Читать книгу - "Сочинения. Том 5 - Гален Клавдий"
8. Καὶ οὐ δέοµαι πάλιν ἐνταῦθα ληρούντων ᾿Ερασιστρατείων διὰ τί προσφέρειν τροφὰς τοῖς φλεγµαίνουσιν ἀνθρώποις εἶπεν, ἀλλ’ αὐτὸν ᾿Ερασίστρατον ἐξηγούµενον ἑαυτὸν ἔχω δι’ ὧν ἔµπροσθεν ἐµνηµόνευσα ῥήσεων. ἐκ µὲν τοῦ τρίτου περὶ πυρετῶν ὑπὲρ τῶν ἐπὶ πλήθει γινοµένων φλεγµονῶν· ἐκ δὲ τοῦ πρώτου περὶ τραύµατος. ἐν ἀµφοτέροις γὰρ βιβλίοις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ὑπὸ τῶν ἀσιτιῶν κενουµένας τὰς φλέβας ἐπιτηδειοτέρας ἔσεσθαι φησὶ πρὸς τὸ πάλιν εἰς αὐτὰς δέξασθαι τὸ παρεγχυθὲν αἷµα. τί γὰρ φησίν; ἀκόλουθον δὲ τούτοις καὶ τὸ µηδὲν προσφέρειν τοῖς τετραυµατισµένοις ὑπὸ τοὺς τῆς φλεγµονῆς καιρούς. κενούµεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέχονται τὸ παρεµπεπτωκὸς αἷµα εἰς τὰς ἀρτηρίας. ὡς κενωτικὸν οὖν βοήθηµα ἡ ἀσιτία φλεγµονὰς λύεται. οὐ γὰρ δι’ ἄλλο τι φησὶν αὐτὴν ἐπὶ τῶν φλεγµαινόντων παραλαµβάνειν ἢ ὅτι κενούµεναι αἱ φλέβες ῥᾷον παραδέξονται τὸ παρεµπεµπτωκὸς αἷµα εἰς τὰς ἀρτηρίας. εἶτα, ὦ πρὸς θεῶν, κενῶσαι τις τὰς φλέβας βουλόµενος, ἐνὸν ἀλύπως καὶ ταχέως τοῦτο ποιῆσαι, µακρὰ κάµνει. οὐκ οἶδα πῶς ἄν τις µᾶλλον ἑαυτῷ περιπίπτων εὑρεθείη. οὐ φλεβοτοµῶ, φησὶν, ἵν’ ὁ κάµνων ἐξαρκέσῃ τὰς διὰ τὰς φλεγµονὰς ἀσιτίας. τίνος δὲ χάριν τὰ φλεγµαίνοντα λιµαγχονεῖς; ἵνα κενώσω, φησὶ, τὰς φλέβας. τί οὖν οὐκ ἀπ’ ἀρχῆς ἐκένους; ἐγὼ µὲν οὖν ἐλεῶ τῶν ἁµαρτηµάτων τὸν ἄνδρα. πρὸς γὰρ οἷς ἐναντίοις ἐστὶν, οὐ τοῖς φαινοµένοις µόνον κατὰ τὴν τέχνην ἔργοις, ἀλλὰ καὶ τοῖς ἑαυτοῦ λόγοις, ἔτι καὶ τοῦτο ἀγνοῶν εὑρίσκεται, τίνος ἕνεκεν ἀσιτίαι παραλαµβάνονται, καίτοι τὴν χρείαν αὐτῶν ἱκανῶς τε ἅµα καὶ σαφῶς Πραξαγόρας ἔφθανεν γεγραφέναι, πρὸς τὸ µηδὲ ῾Ιπποκράτην παραλιπεῖν, µηδὲ Διοκλέα, οὐδὲ οὕτω χρηστὸς ὥσθ’ ὑπὲρ τοῦ κενῶσαι τὰς φλέβας οἴεται τὰς ἀσιτίας παραλαµβάνεσθαι καὶ ταύτῃ µόνον βοηθεῖν. εἶτα, πρὸς Διὸς, κενωτικοῦ δεόµενος βοηθήµατος ἐπὶ τὸ πάντων ἀσθενέστατον ἀφῖξαι, παρελθὼν τὰ δραστικὰ καὶ ταχέως ἄγειν ἐφ’ ᾧ βούλει δυνάµενα. ἀλλ’ ἔστω, συγχωρείσθω σοι καὶ τοῦτο τὰς ἐπὶ τραύµασι φλεγµονὰς οὕτω θεραπεύειν ὡς τὰς ἐπὶ πλήθει, τί ποιήσοµεν αὐτὸ τὸ πλῆθος ἐν ταῖς φλεψὶν ἔτι µένον καὶ διατεῖνον αὐτὰς, εἰς δὲ τὰς ἀρτηρίας οὕτω παρὸν ὅπως ἰατέον; ἐγὼ µὲν γὰρ ᾤµην ἐπὶ τῶν τοιούτων ἁπάντων ἑτοιµοτάτην εἶναι τὴν διὰ φλεβὸς κένωσιν. ἐπὶ θώρακα φερέσθω τὸ πλῆθος, κινδυνευέτω τι τῶν ἐν τούτῳ ῥαγῆναι ἀγγείων, οὐδ’ οὕτως φλεβοτοµήσοµεν, ἀλλ’ ἐρίοις δηλαδὴ διαδήσοµεν τὰ κῶλα; καὶ τοῦθ’ ἱκανόν. εἰ τῷ πρὸς θεῶν ἀντισπαστικῷ βοηθήµατι χρώµενοι οὐκ ἴστε ὅτι πολὺ τούτου δραστικώτερον ἀντισπάσεως φλεβοτοµία. πολλῶν γοῦν ἀνεπισχέτως αἱµοῤῥαγούντων τεµόντες φλέβα τὴν αἱµοῤῥαγίαν ἐστήσαµεν. ᾿Ερασίστρατον δ’ οἶµαι καὶ τοῦτ’ ἀγνοεῖν. οὐδὲ γὰρ τὸ τυχόν ἐστιν εἰδέναι ποίας ἐπὶ ποίοις µέρεσιν αἱµοῤῥαγοῦσι τµητέον φλέβας. ὅταν οὖν αὕτη τὰ µέγιστα δρᾷ ὧν νῦν δεόµεθα, παρῆκε τὸ κενοῦν καὶ τὸ ἀντισπᾷν. τί µέλλεις ἔτι καὶ τρίβεις τὸν χρόνον καὶ τὸν ἄνθρωπον ἐπιτρίβεις, ἐνὸν κερδῆσαι καὶ τὴν ῥῆξιν αὐτὴν τῶν ἀγγείων καὶ τὴν ἐπὶ ταύτῃ φλεγµονὴν καὶ τὰς ὑπὲρ τοῦ τὴν φλεγµονὴν ἰάσασθαι παραλαµβανοµένας λιµαγχονίας; εἰ γὰρ τὸ πλῆθος ἐργάζεται τὴν ῥῆξιν, ἐκκενώσας τὸ ἐργαζόµενον κωλύσεις τὸ ἐσόµενον· εἰ δὲ τοῦτο, καὶ τὴν ἐπὶ τῇ ῥήξει φλεγµονήν·
Прочитали книгу? Предлагаем вам поделится своим впечатлением! Ваш отзыв будет полезен читателям, которые еще только собираются познакомиться с произведением.
Оставить комментарий
- Гость Ирина28 октябрь 10:35Мачеха для четверых и ни одной инструкции - Александра КаплуноваБольшое спасибо за книгу, очень понравилась, автору вдохновения
- Тата15 октябрь 06:48Любовь через развод - Женя ГромоваНе понравилось. Для 28 лет, да ещё и завуча школы, героиня слишком тупая..
- Вероника08 октябрь 13:31Моя истинная попаданка - Наталья БулановаЗдравствуйте.Прочитала с интересом о том что можно разделить себя чтобы не терять две цели и к чему это может привести. Единственное что не понравилось это то что
- Гость Елена22 сентябрь 22:55Академия Сердцеедов. Обман - Полина ВерховцеваВсе три книги Полины Верховцевой понравились, спасибо большое автору и за возможность прочитать полностью.







